Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.152 Joseph. AJ 10.156 (English) >>Joseph. AJ 10.161

10.154

Παραγενόμενος δʼ εἰς Βαβυλῶνα βασιλεὺς Σαχχίαν μὲν εἶχεν ἄχρις οὗ καὶ ἐτελεύτησεν ἐν εἱρκτῇ, θάψας δʼ αὐτὸν βασιλικῶς τὰ σκεύη τὰ ἐκ τοῦ Ἱεροσολύμων συληθέντα ναοῦ ἀνέθηκε τοῖς ἰδίοις θεοῖς, τὸν δὲ λαὸν κατῴκισεν ἐν τῇ Βαβυλωνίτιδι χώρᾳ, τὸν δὲ ἀρχιερέα ἀπέλυσε τῶν δεσμῶν. 10.155

δὲ στρατηγὸς Ναβουζαρδάνης αἰχμαλωτίσας τὸν τῶν Ἑβραίων λαὸν τοὺς πένητας καὶ αὐτομόλους ἐκεῖ κατέλιπεν ἀποδείξας αὐτῶν ἡγεμόνα Γαδαλίαν ὄνομʼ Ἀϊκάμου παῖδα τῶν εὖ γεγονότων ἐπιεικῆ καὶ δίκαιον, ἐπέταξε δʼ αὐτοῖς τὴν χώραν ἐργαζομένοις τῷ βασιλεῖ τελεῖν φόρον ὡρισμένον. 10.156Ἱερεμίαν δὲ τὸν προφήτην λαβὼν ἐκ τῆς εἱρκτῆς ἔπειθεν εἰς Βαβυλῶνα σὺν αὐτῷ παραγενέσθαι· κεκελεῦσθαι γὰρ ὑπὸ τοῦ βασιλέως πάντʼ αὐτῷ χορηγεῖν· εἰ δὲ τοῦτο μὴ βούλεται, δηλοῦν αὐτῷ ποῦ μένειν διέγνωκεν, ἵνα τοῦτο ἐπισταλῇ τῷ βασιλεῖ. 10.157 δὲ προφήτης οὔθʼ ἕπεσθαι ἤθελεν οὔτʼ ἀλλαχόσε που μένειν, ἡδέως δʼ εἶχεν ἐπὶ τοῖς ἐρειπίοις τῆς πατρίδος καὶ τοῖς ταλαιπώροις αὐτῆς διαζῆσαι λειψάνοις. γνοὺς δʼ αὐτοῦ τὴν προαίρεσιν στρατηγός, τῷ Γαδαλίᾳ προστάξας, ὃν κατέλιπεν, αὐτίκα πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν καὶ χορηγίαν ὅσων ἂν δέηται δωρησάμενός τε αὐτὸν δωρεαῖς πολυτελέσιν ἀπέλυσεν. 10.158καὶ Ἱερεμίας μὲν κατέμεινεν εἰς Δάναν ἐν πόλει τῆς χώρας Μοσφοθᾶ καλουμένῃ παρακαλέσας τὸν Ναβουζαρδάνην, ἵνʼ αὐτῷ συναπολύσῃ τὸν μαθητὴν Βαροῦχον Νήρου δὲ παῖδα ἐξ ἐπισήμου σφόδρα οἰκίας ὄντα καὶ τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.152 Joseph. AJ 10.156 (English) >>Joseph. AJ 10.161

Powered by PhiloLogic